9.185 Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην ,
9.186 τὸν δ’ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
9.187 καλῇ δαιδαλέῃ , ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν ,
9.188 τὴν ἄρετ’ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας ·
9.189 τῇ γε θυμὸν ἔτερπεν , ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν .
9.190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ ,
9.191 δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων ,
9.192 τὼ δὲ βάτην προτέρω , ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς ,
9.193 στὰν δὲ πρόσθ’ αὐτοῖο · ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς
9.194 αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν .
9.195 ὣς δ’ αὔτως Πάτροκλος , ἐπεὶ ἴδε φῶτας , ἀνέστη .
9.196 τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9.197 χαίρετον · φίλοι ἄνδρες ἱκάνετον τι μάλα χρεώ ,
9.198 οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον .
9.199 ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς ,
9.200 εἷσεν δ’ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν .
9.201 αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα ·
9.202 μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα ,
9.203 ζωρότερον δὲ κέραιε , δέπας δ’ ἔντυνον ἑκάστῳ ·
9.204 οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ .
9.205 ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ .
9.206 αὐτὰρ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ ,
9.207 ἐν δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊος καὶ πίονος αἰγός ,
9.208 ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ .
9.209 τῷ δ’ ἔχεν Αὐτομέδων , τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς .
9.210 καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρε ,
9.211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς .
9.212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη ,