9.152 καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν .
9.153 πᾶσαι δ’ ἐγγὺς ἁλός , νέαται Πύλου ἠμαθόεντος ·
9.154 ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται ,
9.155 οἵ κέ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
9.156 καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας .
9.157 ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο .
9.158 δμηθήτω · Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος ,
9.159 τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων ·
9.160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
9.161 ἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι .
9.162 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
9.163 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
9.164 δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι ·
9.165 ἀλλ’ ἄγετε κλητοὺς ὀτρύνομεν , οἵ κε τάχιστα
9.166 ἔλθωσ’ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος .
9.167 εἰ δ’ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων .
9.168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω ,
9.169 αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς ·
9.170 κηρύκων δ’ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ’ ἑπέσθων .
9.171 φέρτε δὲ χερσὶν ὕδωρ , εὐφημῆσαί τε κέλεσθε ,
9.172 ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ’ , αἴ κ’ ἐλεήσῃ .
9.173 ὣς φάτο , τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν .
9.174 αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν ,
9.175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο ,
9.176 νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν .
9.177 αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός ,
9.178 ὁρμῶντ’ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο .
9.179 τοῖσι δὲ πόλλ’ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
9.180 δενδίλλων ἐς ἕκαστον , Ὀδυσσῆϊ δὲ μάλιστα ,
9.181 πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα .
9.182 τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
9.183 πολλὰ μάλ’ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
9.184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο .