9.121 ὑμῖν δ’ ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω
9.122 ἕπτ’ ἀπύρους τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα ,
9.123 αἴθωνας δὲ λέβητας ἐείκοσι , δώδεκα δ’ ἵππους
9.124 πηγοὺς ἀθλοφόρους , οἳ ἀέθλια ποσσὶν ἄροντο .
9.125 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ τόσσα γένοιτο ,
9.126 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο ,
9.127 ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι .
9.128 δώσω δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
9.129 Λεσβίδας , ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
9.130 ἐξελόμην , αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν .
9.131 τὰς μέν οἱ δώσω , μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρων
9.132 κούρη Βρισῆος · ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
9.133 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ,
9.134 θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν .
9.135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται · εἰ δέ κεν αὖτε
9.136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι ,
9.137 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
9.138 εἰσελθών , ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί ,
9.139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω ,
9.140 αἴ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν .
9.141 εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
9.142 γαμβρός κέν μοι ἔοι · τίσω δέ μιν ἶσον Ὀρέστῃ ,
9.143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ .
9.144 τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
9.145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα ,
9.146 τάων ἥν κ’ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
9.147 πρὸς οἶκον Πηλῆος · ἐγὼ δ’ ἐπὶ μείλια δώσω
9.148 πολλὰ μάλ’ , ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί ·
9.149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
9.150 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
9.151 Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον