9.92 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
9.93 τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
9.94 Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή ·
9.95 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
9.96 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
9.97 ἐν σοὶ μὲν λήξω , σέο δ’ ἄρξομαι , οὕνεκα πολλῶν
9.98 λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
9.99 σκῆπτρόν τ’ ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσθα .
9.100 τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι ,
9.101 κρηῆναι δὲ καὶ ἄλλῳ , ὅτ’ ἄν τινα θυμὸς ἀνώγῃ
9.102 εἰπεῖν εἰς ἀγαθόν · σέο δ’ ἕξεται ὅττί κεν ἄρχῃ .
9.103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα .
9.104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
9.105 οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν
9.106 ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
9.107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
9.108 οὔ τι καθ’ ἡμέτερόν γε νόον · μάλα γάρ τοι ἔγωγε
9.109 πόλλ’ ἀπεμυθεόμην · σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
9.110 εἴξας ἄνδρα φέριστον , ὃν ἀθάνατοί περ ἔτισαν ,
9.111 ἠτίμησας , ἑλὼν γὰρ ἔχεις γέρας · ἀλλ’ ἔτι καὶ νῦν
9.112 φραζώμεσθ’ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
9.113 δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι .
9.114 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
9.115 γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας ·
9.116 ἀασάμην , οὐδ’ αὐτὸς ἀναίνομαι . ἀντί νυ πολλῶν
9.117 λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ ,
9.118 ὡς νῦν τοῦτον ἔτισε , δάμασσε δὲ λαὸν Ἀχαιῶν .
9.119 ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας ,
9.120 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ’ ἀπερείσι’ ἄποινα .