9.61 ἐξείπω καὶ πάντα διίξομαι · οὐδέ κέ τίς μοι
9.62 μῦθον ἀτιμήσει’ , οὐδὲ κρείων Ἀγαμέμνων .
9.63 ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
9.64 ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος .
9.65 ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
9.66 δόρπά τ’ ἐφοπλισόμεσθα · φυλακτῆρες δὲ ἕκαστοι
9.67 λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός .
9.68 κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι · αὐτὰρ ἔπειτα
9.69 Ἀτρεΐδη σὺ μὲν ἄρχε · σὺ γὰρ βασιλεύτατός ἐσσι .
9.70 δαίνυ δαῖτα γέρουσιν · ἔοικέ τοι , οὔ τοι ἀεικές .
9.71 πλεῖαί τοι οἴνου κλισίαι , τὸν νῆες Ἀχαιῶν
9.72 ἠμάτιαι Θρῄκηθεν ἐπ’ εὐρέα πόντον ἄγουσι ·
9.73 πᾶσά τοί ἐσθ’ ὑποδεξίη , πολέεσσι δ’ ἀνάσσεις .
9.74 πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
9.75 βουλὴν βουλεύσῃ · μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
9.76 ἐσθλῆς καὶ πυκινῆς , ὅτι δήϊοι ἐγγύθι νηῶν
9.77 καίουσιν πυρὰ πολλά · τίς ἂν τάδε γηθήσειε ;
9.78 νὺξ δ’ ἧδ’ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει .
9.79 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο .
9.80 ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
9.81 ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν ,
9.82 ἠδ’ ἀμφ’ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
9.83 ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε ,
9.84 ἠδ’ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον .
9.85 ἕπτ’ ἔσαν ἡγεμόνες φυλάκων , ἑκατὸν δὲ ἑκάστῳ
9.86 κοῦροι ἅμα στεῖχον δολίχ’ ἔγχεα χερσὶν ἔχοντες ·
9.87 κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες ·
9.88 ἔνθα δὲ πῦρ κήαντο , τίθεντο δὲ δόρπα ἕκαστος .
9.89 Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
9.90 ἐς κλισίην , παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα .
9.91 οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .