9.33 θέμις ἐστὶν ἄναξ ἀγορῇ · σὺ δὲ μή τι χολωθῇς .
9.34 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
9.35 φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα · ταῦτα δὲ πάντα
9.36 ἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες .
9.37 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω ·
9.38 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων ,
9.39 ἀλκὴν δ’ οὔ τοι δῶκεν , τε κράτος ἐστὶ μέγιστον .
9.40 δαιμόνι’ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
9.41 ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις ;
9.42 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
9.43 ἔρχεο · πάρ τοι ὁδός , νῆες δέ τοι ἄγχι θαλάσσης
9.44 ἑστᾶσ’ , αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί .
9.45 ἀλλ’ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
9.46 εἰς κέ περ Τροίην διαπέρσομεν . εἰ δὲ καὶ αὐτοὶ
9.47 φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ·
9.48 νῶϊ δ’ ἐγὼ Σθένελός τε μαχησόμεθ’ εἰς κε τέκμωρ
9.49 Ἰλίου εὕρωμεν · σὺν γὰρ θεῷ εἰλήλουθμεν .
9.50 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
9.51 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο .
9.52 τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ ·
9.53 Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι ,
9.54 καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος .
9.55 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί ,
9.56 οὐδὲ πάλιν ἐρέει · ἀτὰρ οὐ τέλος ἵκεο μύθων .
9.57 μὲν καὶ νέος ἐσσί , ἐμὸς δέ κε καὶ πάϊς εἴης
9.58 ὁπλότατος γενεῆφιν · ἀτὰρ πεπνυμένα βάζεις
9.59 Ἀργείων βασιλῆας , ἐπεὶ κατὰ μοῖραν ἔειπες .
9.60 ἀλλ’ ἄγ’ ἐγών , ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι ,