9.1 ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον · αὐτὰρ Ἀχαιοὺς
9.2 θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη ,
9.3 πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι .
9.4 ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
9.5 Βορέης καὶ Ζέφυρος , τώ τε Θρῄκηθεν ἄητον
9.6 ἐλθόντ’ ἐξαπίνης · ἄμυδις δέ τε κῦμα κελαινὸν
9.7 κορθύεται , πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν ·
9.8 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν .
9.9 Ἀτρεΐδης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
9.10 φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
9.11 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον ,
9.12 μὴ δὲ βοᾶν · αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο .
9.13 ἷζον δ’ εἰν ἀγορῇ τετιηότες · ἂν δ’ Ἀγαμέμνων
9.14 ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
9.15 τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ ·
9.16 ὣς βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδα ·
9.17 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
9.18 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
9.19 σχέτλιος , ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
9.20 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι ,
9.21 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο , καί με κελεύει
9.22 δυσκλέα Ἄργος ἱκέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν .
9.23 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι ,
9.24 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
9.25 ἠδ’ ἔτι καὶ λύσει · τοῦ γὰρ κράτος ἐστὶ μέγιστον .
9.26 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·
9.27 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ·
9.28 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν .
9.29 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
9.30 δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·
9.31 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
9.32 Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι ,