8.427 πόποι αἰγιόχοιο Διὸς τέκος , οὐκέτ’ ἔγωγε
8.428 νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν ·
8.429 τῶν ἄλλος μὲν ἀποφθίσθω , ἄλλος δὲ βιώτω ,
8.430 ὅς κε τύχῃ · κεῖνος δὲ τὰ φρονέων ἐνὶ θυμῷ
8.431 Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω , ὡς ἐπιεικές .
8.432 ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους ·
8.433 τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους ,
8.434 καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν ,
8.435 ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα ·
8.436 αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
8.437 μίγδ’ ἄλλοισι θεοῖσι , φίλον τετιημέναι ἦτορ .
8.438 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
8.439 Οὔλυμπον δὲ δίωκε , θεῶν δ’ ἐξίκετο θώκους .
8.440 τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος ,
8.441 ἅρματα δ’ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας ·
8.442 αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
8.443 ἕζετο , τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος .
8.444 αἳ δ’ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
8.445 ἥσθην , οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο ·
8.446 αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε ·
8.447 τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη ;
8.448 οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
8.449 ὀλλῦσαι Τρῶας , τοῖσιν κότον αἰνὸν ἔθεσθε .
8.450 πάντως , οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι ,
8.451 οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ .
8.452 σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
8.453 πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα .
8.454 ὧδε γὰρ ἐξερέω , τὸ δέ κεν τετελεσμένον ἦεν ·
8.455 οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ