8.456 ἂψ ἐς Ὄλυμπον ἵκεσθον , ἵν’ ἀθανάτων ἕδος ἐστίν .
8.457 ὣς ἔφαθ’ , αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη ·
8.458 πλησίαι αἵ γ’ ἥσθην , κακὰ δὲ Τρώεσσι μεδέσθην .
8.459 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
8.460 σκυζομένη Διὶ πατρί , χόλος δέ μιν ἄγριος ᾕρει ·
8.461 Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον , ἀλλὰ προσηύδα ·
8.462 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες .
8.463 εὖ νυ καὶ ἡμεῖς ἴδμεν τοι σθένος οὐκ ἀλαπαδνόν ·
8.464 ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων ,
8.465 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται .
8.466 ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ , εἰ σὺ κελεύεις ·
8.467 βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ τις ὀνήσει ,
8.468 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο .
8.469 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
8.470 ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
8.471 ὄψεαι , αἴ κ’ ἐθέλῃσθα , βοῶπις πότνια Ἥρη
8.472 ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων ·
8.473 οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
8.474 πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα ,
8.475 ἤματι τῷ ὅτ’ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
8.476 στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος ·
8.477 ὣς γὰρ θέσφατόν ἐστι · σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω
8.478 χωομένης , οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαι
8.479 γαίης καὶ πόντοιο , ἵν’ Ἰάπετός τε Κρόνος τε
8.480 ἥμενοι οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιο
8.481 τέρποντ’ οὔτ’ ἀνέμοισι , βαθὺς δέ τε Τάρταρος ἀμφίς ·
8.482 οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη , οὔ σευ ἔγωγε
8.483 σκυζομένης ἀλέγω , ἐπεὶ οὐ σέο κύντερον ἄλλο .
8.484 ὣς φάτο , τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη .