8.398 Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν ·
8.399 βάσκ’ ἴθι Ἶρι ταχεῖα , πάλιν τρέπε μηδ’ ἔα ἄντην
8.400 ἔρχεσθ’ · οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ .
8.401 ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
8.402 γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους ,
8.403 αὐτὰς δ’ ἐκ δίφρου βαλέω κατά θ’ ἅρματα ἄξω ·
8.404 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
8.405 ἕλκε’ ἀπαλθήσεσθον , κεν μάρπτῃσι κεραυνός ·
8.406 ὄφρα ἰδῇ γλαυκῶπις ὅτ’ ἂν πατρὶ μάχηται .
8.407 Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι ·
8.408 αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω .
8.409 ὣς ἔφατ’ , ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα ,
8.410 βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον .
8.411 πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
8.412 ἀντομένη κατέρυκε , Διὸς δέ σφ’ ἔννεπε μῦθον ·
8.413 πῇ μέματον ; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ ;
8.414 οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν .
8.415 ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς , τελέει περ ,
8.416 γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους ,
8.417 αὐτὰς δ’ ἐκ δίφρου βαλέειν κατά θ’ ἅρματα ἄξειν ·
8.418 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
8.419 ἕλκε’ ἀπαλθήσεσθον , κεν μάρπτῃσι κεραυνός ·
8.420 ὄφρα ἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρὶ μάχηαι .
8.421 Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται ·
8.422 αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ ·
8.423 ἀλλὰ σύ γ’ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
8.424 τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι .
8.425 μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις ,
8.426 αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν ·