8.365 τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν .
8.366 εἰ γὰρ ἐγὼ τάδε ᾔδε’ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
8.367 εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
8.368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο ,
8.369 οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα .
8.370 νῦν δ’ ἐμὲ μὲν στυγέει , Θέτιδος δ’ ἐξήνυσε βουλάς ,
8.371 οἱ γούνατ’ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου ,
8.372 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον .
8.373 ἔσται μὰν ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ .
8.374 ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους ,
8.375 ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
8.376 τεύχεσιν ἐς πόλεμον θωρήξομαι , ὄφρα ἴδωμαι
8.377 νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
8.378 γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας ,
8.379 τις καὶ Τρώων κορέει κύνας ἠδ’ οἰωνοὺς
8.380 δημῷ καὶ σάρκεσσι , πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν .
8.381 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη .
8.382 μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
8.383 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο ·
8.384 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
8.385 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει
8.386 ποικίλον , ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν ,
8.387 δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
8.388 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα .
8.389 ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο , λάζετο δ’ ἔγχος
8.390 βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν
8.391 ἡρώων , τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη .
8.392 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους ·
8.393 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι ,
8.394 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
8.395 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι .
8.396 τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους .
8.397 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ ἄρ’ αἰνῶς ,