8.333 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
8.334 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα .
8.335 ἂψ δ’ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν ·
8.336 οἳ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς ·
8.337 Ἕκτωρ δ’ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων .
8.338 ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
8.339 ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
8.340 ἰσχία τε γλουτούς τε , ἑλισσόμενόν τε δοκεύει ,
8.341 ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς ,
8.342 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον · οἳ δὲ φέβοντο .
8.343 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
8.344 φεύγοντες , πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν ,
8.345 οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες ,
8.346 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
8.347 χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος ·
8.348 Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
8.349 Γοργοῦς ὄμματ’ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος .
8.350 τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θεὰ λευκώλενος Ἥρη ,
8.351 αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
8.352 πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
8.353 ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ ;
8.354 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
8.355 ἀνδρὸς ἑνὸς ῥιπῇ , δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶς
8.356 Ἕκτωρ Πριαμίδης , καὶ δὴ κακὰ πολλὰ ἔοργε .
8.357 τὴν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
8.358 καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειε
8.359 χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ ·
8.360 ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
8.361 σχέτλιος , αἰὲν ἀλιτρός , ἐμῶν μενέων ἀπερωεύς ·
8.362 οὐδέ τι τῶν μέμνηται , οἱ μάλα πολλάκις υἱὸν
8.363 τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων .
8.364 ἤτοι μὲν κλαίεσκε πρὸς οὐρανόν , αὐτὰρ ἐμὲ Ζεὺς