8.243 αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι ,
8.244 μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς .
8.245 ὣς φάτο , τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα ,
8.246 νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ’ ἀπολέσθαι .
8.247 αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν ,
8.248 νεβρὸν ἔχοντ’ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης ·
8.249 πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν ,
8.250 ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί .
8.251 οἳ δ’ ὡς οὖν εἴδονθ’ τ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις ,
8.252 μᾶλλον ἐπὶ Τρώεσσι θόρον , μνήσαντο δὲ χάρμης .
8.253 ἔνθ’ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
8.254 εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
8.255 τάφρου τ’ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι ,
8.256 ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
8.257 Φραδμονίδην Ἀγέλαον · μὲν φύγαδ’ ἔτραπεν ἵππους ·
8.258 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
8.259 ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν ·
8.260 ἤριπε δ’ ἐξ ὀχέων , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
8.261 τὸν δὲ μετ’ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος ,
8.262 τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν ,
8.263 τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
8.264 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ ,
8.265 τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός ·
8.266 Τεῦκρος δ’ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων ,
8.267 στῆ δ’ ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο .
8.268 ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν σάκος · αὐτὰρ γ’ ἥρως
8.269 παπτήνας , ἐπεὶ ἄρ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ
8.270 βεβλήκοι , μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν ,
8.271 αὐτὰρ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
8.272 εἰς Αἴανθ’ · δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ .