8.273 ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων ;
8.274 Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’ Ὀφελέστην
8.275 Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
8.276 καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον ,
8.277 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ .
8.278 τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
8.279 τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας ·
8.280 στῆ δὲ παρ’ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε ·
8.281 Τεῦκρε φίλη κεφαλή , Τελαμώνιε κοίρανε λαῶν
8.282 βάλλ’ οὕτως , αἴ κέν τι φόως Δαναοῖσι γένηαι
8.283 πατρί τε σῷ Τελαμῶνι , σ’ ἔτρεφε τυτθὸν ἐόντα ,
8.284 καί σε νόθον περ ἐόντα κομίσσατο ἐνὶ οἴκῳ ·
8.285 τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον .
8.286 σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται ·
8.287 αἴ κέν μοι δώῃ Ζεύς τ’ αἰγίοχος καὶ Ἀθήνη
8.288 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον ,
8.289 πρώτῳ τοι μετ’ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω ,
8.290 τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
8.291 ἠὲ γυναῖχ’ , κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι .
8.292 τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων ·
8.293 Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
8.294 ὀτρύνεις ; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
8.295 παύομαι , ἀλλ’ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ’ αὐτοὺς
8.296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω .
8.297 ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς ,
8.298 πάντες δ’ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν ·
8.299 τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα .
8.300 ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
8.301 Ἕκτορος ἀντικρύ , βαλέειν δέ ἵετο θυμός ·
8.302 καὶ τοῦ μέν ῥ’ ἀφάμαρθ’ , δ’ ἀμύμονα Γοργυθίωνα
8.303 υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ ,