8.211 ἡμέας τοὺς ἄλλους , ἐπεὶ πολὺ φέρτερός ἐστιν .
8.212 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
8.213 τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
8.214 πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
8.215 εἰλομένων · εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
8.216 Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε .
8.217 καί νύ κ’ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας ,
8.218 εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη
8.219 αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς .
8.220 βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
8.221 πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ ,
8.222 στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ ,
8.223 ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε ,
8.224 ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο
8.225 ἠδ’ ἐπ’ Ἀχιλλῆος , τοί ῥ’ ἔσχατα νῆας ἐΐσας
8.226 εἴρυσαν , ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν ·
8.227 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς ·
8.228 αἰδὼς Ἀργεῖοι , κάκ’ ἐλέγχεα , εἶδος ἀγητοί ·
8.229 πῇ ἔβαν εὐχωλαί , ὅτε δὴ φάμεν εἶναι ἄριστοι ,
8.230 ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε ,
8.231 ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
8.232 πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο ,
8.233 Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος
8.234 στήσεσθ’ ἐν πολέμῳ · νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν
8.235 Ἕκτορος , ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ .
8.236 Ζεῦ πάτερ , ῥά τιν’ ἤδη ὑπερμενέων βασιλήων
8.237 τῇδ’ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας ;
8.238 οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
8.239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων ,
8.240 ἀλλ’ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί’ ἔκηα
8.241 ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι .
8.242 ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ ·