8.180 ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι ,
8.181 μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω ,
8.182 ὡς πυρὶ νῆας ἐνιπρήσω , κτείνω δὲ καὶ αὐτοὺς
8.183 Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ .
8.184 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε ·
8.185 Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
8.186 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον , ἣν μάλα πολλὴν
8.187 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
8.188 ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
8.189 οἶνόν τ’ ἐγκεράσασα πιεῖν , ὅτε θυμὸς ἀνώγοι ,
8.190 ἐμοί , ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι .
8.191 ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
8.192 ἀσπίδα Νεστορέην , τῆς νῦν κλέος οὐρανὸν ἵκει
8.193 πᾶσαν χρυσείην ἔμεναι , κανόνας τε καὶ αὐτήν ,
8.194 αὐτὰρ ἀπ’ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
8.195 δαιδάλεον θώρηκα , τὸν Ἥφαιστος κάμε τεύχων .
8.196 εἰ τούτω κε λάβοιμεν , ἐελποίμην κεν Ἀχαιοὺς
8.197 αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων .
8.198 ὣς ἔφατ’ εὐχόμενος , νεμέσησε δὲ πότνια Ἥρη ,
8.199 σείσατο δ’ εἰνὶ θρόνῳ , ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον ,
8.200 καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα ·
8.201 πόποι ἐννοσίγαι’ εὐρυσθενές , οὐδέ νυ σοί περ
8.202 ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός .
8.203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι
8.204 πολλά τε καὶ χαρίεντα · σὺ δέ σφισι βούλεο νίκην .
8.205 εἴ περ γάρ κ’ ἐθέλοιμεν , ὅσοι Δαναοῖσιν ἀρωγοί ,
8.206 Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν ,
8.207 αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ .
8.208 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων ·
8.209 Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες .
8.210 οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι