8.149 Τυδεΐδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας .
8.150 ὥς ποτ’ ἀπειλήσει · τότε μοι χάνοι εὐρεῖα χθών .
8.151 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
8.152 μοι Τυδέος υἱὲ δαΐφρονος , οἷον ἔειπες .
8.153 εἴ περ γάρ σ’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει ,
8.154 ἀλλ’ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
8.155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων ,
8.156 τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας .
8.157 ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
8.158 αὖτις ἀν’ ἰωχμόν · ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
8.159 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο .
8.160 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ ·
8.161 Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
8.162 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι ·
8.163 νῦν δέ σ’ ἀτιμήσουσι · γυναικὸς ἄρ’ ἀντὶ τέτυξο .
8.164 ἔρρε κακὴ γλήνη , ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
8.165 πύργων ἡμετέρων ἐπιβήσεαι , οὐδὲ γυναῖκας
8.166 ἄξεις ἐν νήεσσι · πάρος τοι δαίμονα δώσω .
8.167 ὣς φάτο , Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
8.168 ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι .
8.169 τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν ,
8.170 τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
8.171 σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην .
8.172 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας ·
8.173 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
8.174 ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς .
8.175 γιγνώσκω δ’ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
8.176 νίκην καὶ μέγα κῦδος , ἀτὰρ Δαναοῖσί γε πῆμα ·
8.177 νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
8.178 ἀβλήχρ’ οὐδενόσωρα · τὰ δ’ οὐ μένος ἁμὸν ἐρύξει ·
8.179 ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν .