8.122 ἤριπε δ’ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
8.123 ὠκύποδες · τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε .
8.124 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο ·
8.125 τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
8.126 κεῖσθαι , δ’ ἡνίοχον μέθεπε θρασύν · οὐδ’ ἄρ’ ἔτι δὴν
8.127 ἵππω δευέσθην σημάντορος · αἶψα γὰρ εὗρεν
8.128 Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν , ὅν ῥα τόθ’ ἵππων
8.129 ὠκυπόδων ἐπέβησε , δίδου δέ οἱ ἡνία χερσίν .
8.130 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο ,
8.131 καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες ,
8.132 εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε ·
8.133 βροντήσας δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν ,
8.134 κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε ·
8.135 δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο ,
8.136 τὼ δ’ ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι ·
8.137 Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα ,
8.138 δεῖσε δ’ γ’ ἐν θυμῷ , Διομήδεα δὲ προσέειπε ·
8.139 Τυδεΐδη ἄγε δ’ αὖτε φόβον δ’ ἔχε μώνυχας ἵππους .
8.140 οὐ γιγνώσκεις τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή ;
8.141 νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
8.142 σήμερον · ὕστερον αὖτε καὶ ἡμῖν , αἴ κ’ ἐθέλῃσι ,
8.143 δώσει · ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
8.144 οὐδὲ μάλ’ ἴφθιμος , ἐπεὶ πολὺ φέρτερός ἐστι .
8.145 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης ·
8.146 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ·
8.147 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ·
8.148 Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων ·