8.31 πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
8.32 εὖ νυ καὶ ἡμεῖς ἴδμεν τοι σθένος οὐκ ἐπιεικτόν ·
8.33 ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων ,
8.34 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται .
8.35 ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ ὡς σὺ κελεύεις ·
8.36 βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ τις ὀνήσει ,
8.37 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο .
8.38 τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς ·
8.39 θάρσει Τριτογένεια φίλον τέκος · οὔ νύ τι θυμῷ
8.40 πρόφρονι μυθέομαι , ἐθέλω δέ τοι ἤπιος εἶναι .
8.41 ὣς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω
8.42 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε ,
8.43 χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ , γέντο δ’ ἱμάσθλην
8.44 χρυσείην εὔτυκτον , ἑοῦ δ’ ἐπεβήσετο δίφρου ,
8.45 μάστιξεν δ’ ἐλάαν · τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
8.46 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος .
8.47 Ἴδην δ’ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
8.48 Γάργαρον , ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις .
8.49 ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
8.50 λύσας ἐξ ὀχέων , κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν .
8.51 αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
8.52 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν .
8.53 οἳ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
8.54 ῥίμφα κατὰ κλισίας , ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο .
8.55 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
8.56 παυρότεροι · μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
8.57 χρειοῖ ἀναγκαίῃ , πρό τε παίδων καὶ πρὸ γυναικῶν .
8.58 πᾶσαι δ’ ὠΐγνυντο πύλαι , ἐκ δ’ ἔσσυτο λαός ,
8.59 πεζοί θ’ ἱππῆές τε · πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει .
8.60 οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο