8.61 σύν ῥ’ ἔβαλον ῥινούς , σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν
8.62 χαλκεοθωρήκων · ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
8.63 ἔπληντ’ ἀλλήλῃσι , πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει .
8.64 ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
8.65 ὀλλύντων τε καὶ ὀλλυμένων , ῥέε δ’ αἵματι γαῖα .
8.66 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ ,
8.67 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο , πῖπτε δὲ λαός .
8.68 ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει ,
8.69 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα ·
8.70 ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
8.71 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ,
8.72 ἕλκε δὲ μέσσα λαβών · ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν .
8.73 αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
8.74 ἑζέσθην , Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν ·
8.75 αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε , δαιόμενον δὲ
8.76 ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν · οἳ δὲ ἰδόντες
8.77 θάμβησαν , καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν .
8.78 ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’ Ἀγαμέμνων ,
8.79 οὔτε δύ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος ·
8.80 Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
8.81 οὔ τι ἑκών , ἀλλ’ ἵππος ἐτείρετο , τὸν βάλεν ἰῷ
8.82 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
8.83 ἄκρην κὰκ κορυφήν , ὅθι τε πρῶται τρίχες ἵππων
8.84 κρανίῳ ἐμπεφύασι , μάλιστα δὲ καίριόν ἐστιν .
8.85 ἀλγήσας δ’ ἀνέπαλτο , βέλος δ’ εἰς ἐγκέφαλον δῦ ,
8.86 σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ .
8.87 ὄφρ’ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
8.88 φασγάνῳ ἀΐσσων , τόφρ’ Ἕκτορος ὠκέες ἵπποι
8.89 ἦλθον ἀν’ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
8.90 Ἕκτορα · καί νύ κεν ἔνθ’ γέρων ἀπὸ θυμὸν ὄλεσσεν