8.1 Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν ,
8.2 Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
8.3 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·
8.4 αὐτὸς δέ σφ’ ἀγόρευε , θεοὶ δ’ ὑπὸ πάντες ἄκουον ·
8.5 κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι ,
8.6 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει .
8.7 μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
8.8 πειράτω διακέρσαι ἐμὸν ἔπος , ἀλλ’ ἅμα πάντες
8.9 αἰνεῖτ’ , ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα .
8.10 ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
8.11 ἐλθόντ’ Τρώεσσιν ἀρηγέμεν Δαναοῖσι
8.12 πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ ·
8.13 μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
8.14 τῆλε μάλ’ , ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον ,
8.15 ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός ,
8.16 τόσσον ἔνερθ’ Ἀΐδεω ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης ·
8.17 γνώσετ’ ἔπειθ’ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων .
8.18 εἰ δ’ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες ·
8.19 σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
8.20 πάντές τ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι ·
8.21 ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίον δὲ
8.22 Ζῆν’ ὕπατον μήστωρ’ , οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε .
8.23 ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι ,
8.24 αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ ·
8.25 σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
8.26 δησαίμην , τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο .
8.27 τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων .
8.28 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
8.29 μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀγόρευσεν .
8.30 ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·