7.460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
7.461 τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι ,
7.462 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι ,
7.463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν .
7.464 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
7.465 δύσετο δ’ ἠέλιος , τετέλεστο δὲ ἔργον Ἀχαιῶν ,
7.466 βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο .
7.467 νῆες δ’ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
7.468 πολλαί , τὰς προέηκεν Ἰησονίδης Εὔνηος ,
7.469 τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰήσονι ποιμένι λαῶν .
7.470 χωρὶς δ’ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
7.471 δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα .
7.472 ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί ,
7.473 ἄλλοι μὲν χαλκῷ , ἄλλοι δ’ αἴθωνι σιδήρῳ ,
7.474 ἄλλοι δὲ ῥινοῖς , ἄλλοι δ’ αὐτῇσι βόεσσιν ,
7.475 ἄλλοι δ’ ἀνδραπόδεσσι · τίθεντο δὲ δαῖτα θάλειαν .
7.476 παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
7.477 δαίνυντο , Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι ·
7.478 παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
7.479 σμερδαλέα κτυπέων · τοὺς δὲ χλωρὸν δέος ᾕρει ·
7.480 οἶνον δ’ ἐκ δεπάων χαμάδις χέον , οὐδέ τις ἔτλη
7.481 πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι .
7.482 κοιμήσαντ’ ἄρ’ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο .