7.277 μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον , εἶπέ τε μῦθον
7.278 κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς ·
7.279 μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον ·
7.280 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς ,
7.281 ἄμφω δ’ αἰχμητά · τό γε δὴ καὶ ἴδμεν ἅπαντες .
7.282 νὺξ δ’ ἤδη τελέθει · ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι .
7.283 τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας ·
7.284 Ἰδαῖ’ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι ·
7.285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους .
7.286 ἀρχέτω · αὐτὰρ ἐγὼ μάλα πείσομαι περ ἂν οὗτος .
7.287 τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
7.288 Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
7.289 καὶ πινυτήν , περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι ,
7.290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
7.291 σήμερον · ὕστερον αὖτε μαχησόμεθ’ εἰς κε δαίμων
7.292 ἄμμε διακρίνῃ , δώῃ δ’ ἑτέροισί γε νίκην .
7.293 νὺξ δ’ ἤδη τελέθει · ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι ,
7.294 ὡς σύ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς ,
7.295 σούς τε μάλιστα ἔτας καὶ ἑταίρους , οἵ τοι ἔασιν ·
7.296 αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
7.297 Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
7.298 αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα .
7.299 δῶρα δ’ ἄγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω ,
7.300 ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε ·
7.301 ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο ,
7.302 ἠδ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε .
7.303 ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
7.304 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι ·
7.305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν .
7.306 τὼ δὲ διακρινθέντε μὲν μετὰ λαὸν Ἀχαιῶν