7.307 ἤϊ’ , δ’ ἐς Τρώων ὅμαδον κίε · τοὶ δὲ χάρησαν ,
7.308 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα ,
7.309 Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους ·
7.310 καί ῥ’ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι .
7.311 Αἴαντ’ αὖθ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
7.312 εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ .
7.313 οἳ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο ,
7.314 τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
7.315 ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι .
7.316 τὸν δέρον ἀμφί θ’ ἕπον , καί μιν διέχευαν ἅπαντα ,
7.317 μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν ,
7.318 ὄπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα .
7.319 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
7.320 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης ·
7.321 νώτοισιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρεν
7.322 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων .
7.323 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
7.324 τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
7.325 Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή ·
7.326 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
7.327 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν ,
7.328 πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί ,
7.329 τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
7.330 ἐσκέδασ’ ὀξὺς Ἄρης , ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον ·
7.331 τώ σε χρὴ πόλεμον μὲν ἅμ’ ἠοῖ παῦσαι Ἀχαιῶν ,
7.332 αὐτοὶ δ’ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
7.333 βουσὶ καὶ ἡμιόνοισιν · ἀτὰρ κατακήομεν αὐτοὺς
7.334 τυτθὸν ἀπὸ πρὸ νεῶν , ὥς κ’ ὀστέα παισὶν ἕκαστος
7.335 οἴκαδ’ ἄγῃ ὅτ’ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν .
7.336 τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
7.337 ἄκριτον ἐκ πεδίου · ποτὶ δ’ αὐτὸν δείμομεν ὦκα