7.156 πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα .
7.157 εἴθ’ ὣς ἡβώοιμι , βίη δέ μοι ἔμπεδος εἴη ·
7.158 τώ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ .
7.159 ὑμέων δ’ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
7.160 οὐδ’ οἳ προφρονέως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν .
7.161 ὣς νείκεσσ’ γέρων , οἳ δ’ ἐννέα πάντες ἀνέσταν .
7.162 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
7.163 τῷ δ’ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης ,
7.164 τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν ,
7.165 τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
7.166 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ ,
7.167 τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός ,
7.168 ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς ·
7.169 πάντες ἄρ’ οἵ γ’ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ .
7.170 τοῖς δ’ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ ·
7.171 κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν ·
7.172 οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς ,
7.173 καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
7.174 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος .
7.175 ὣς ἔφαθ’ , οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος ,
7.176 ἐν δ’ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο .
7.177 λαοὶ δ’ ἠρήσαντο , θεοῖσι δὲ χεῖρας ἀνέσχον ·
7.178 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
7.179 Ζεῦ πάτερ Αἴαντα λαχεῖν , Τυδέος υἱόν ,
7.180 αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης .
7.181 ὣς ἄρ’ ἔφαν , πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ ,
7.182 ἐκ δ’ ἔθορε κλῆρος κυνέης ὃν ἄρ’ ἤθελον αὐτοὶ
7.183 Αἴαντος · κῆρυξ δὲ φέρων ἀν’ ὅμιλον ἁπάντῃ
7.184 δεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν .
7.185 οἳ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος .