7.125 κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
7.126 ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ’ ἀγορητής ,
7.127 ὅς ποτέ μ’ εἰρόμενος μέγ’ ἐγήθεεν ἐνὶ οἴκῳ
7.128 πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε .
7.129 τοὺς νῦν εἰ πτώσσοντας ὑφ’ Ἕκτορι πάντας ἀκούσαι ,
7.130 πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
7.131 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω .
7.132 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
7.133 ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόῳ Κελάδοντι μάχοντο
7.134 ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
7.135 Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα .
7.136 τοῖσι δ’ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
7.137 τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
7.138 δίου Ἀρηϊθόου , τὸν ἐπίκλησιν κορυνήτην
7.139 ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
7.140 οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ ,
7.141 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας .
7.142 τὸν Λυκόοργος ἔπεφνε δόλῳ , οὔ τι κράτεΐ γε ,
7.143 στεινωπῷ ἐν ὁδῷ ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον
7.144 χραῖσμε σιδηρείη · πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
7.145 δουρὶ μέσον περόνησεν , δ’ ὕπτιος οὔδει ἐρείσθη ·
7.146 τεύχεα δ’ ἐξενάριξε , τά οἱ πόρε χάλκεος Ἄρης .
7.147 καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος ·
7.148 αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα ,
7.149 δῶκε δ’ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι ·
7.150 τοῦ γε τεύχε’ ἔχων προκαλίζετο πάντας ἀρίστους .
7.151 οἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν , οὐδέ τις ἔτλη ·
7.152 ἀλλ’ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
7.153 θάρσεϊ · γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων ·
7.154 καὶ μαχόμην οἱ ἐγώ , δῶκεν δέ μοι εὖχος Ἀθήνη .
7.155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα ·