7.186 ἀλλ’ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν’ ὅμιλον ἁπάντῃ
7.187 ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας ,
7.188 ἤτοι ὑπέσχεθε χεῖρ’ , δ’ ἄρ’ ἔμβαλεν ἄγχι παραστάς ,
7.189 γνῶ δὲ κλήρου σῆμα ἰδών , γήθησε δὲ θυμῷ .
7.190 τὸν μὲν πὰρ πόδ’ ἑὸν χαμάδις βάλε φώνησέν τε ·
7.191 φίλοι ἤτοι κλῆρος ἐμός , χαίρω δὲ καὶ αὐτὸς
7.192 θυμῷ , ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον .
7.193 ἀλλ’ ἄγετ’ ὄφρ’ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω ,
7.194 τόφρ’ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
7.195 σιγῇ ἐφ’ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται ,
7.196 ἠὲ καὶ ἀμφαδίην , ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης ·
7.197 οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
7.198 οὐδέ τι ἰδρείῃ , ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως
7.199 ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε .
7.200 ὣς ἔφαθ’ , οἳ δ’ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι ·
7.201 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν ·
7.202 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
7.203 δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι ·
7.204 εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ ,
7.205 ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον .
7.206 ὣς ἄρ’ ἔφαν , Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ .
7.207 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα ,
7.208 σεύατ’ ἔπειθ’ οἷός τε πελώριος ἔρχεται Ἄρης ,
7.209 ὅς τ’ εἶσιν πόλεμον δὲ μετ’ ἀνέρας οὕς τε Κρονίων
7.210 θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι .
7.211 τοῖος ἄρ’ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
7.212 μειδιόων βλοσυροῖσι προσώπασι · νέρθε δὲ ποσσὶν
7.213 ἤϊε μακρὰ βιβάς , κραδάων δολιχόσκιον ἔγχος .
7.214 τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες ,