7.94 ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
7.95 νείκει ὀνειδίζων , μέγα δὲ στεναχίζετο θυμῷ ·
7.96 μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοί ·
7.97 μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς
7.98 εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν .
7.99 ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
7.100 ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως ·
7.101 τῷδε δ’ ἐγὼν αὐτὸς θωρήξομαι · αὐτὰρ ὕπερθε
7.102 νίκης πείρατ’ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν .
7.103 ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά .
7.104 ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
7.105 Ἕκτορος ἐν παλάμῃσιν , ἐπεὶ πολὺ φέρτερος ἦεν ,
7.106 εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν ,
7.107 αὐτός τ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
7.108 δεξιτερῆς ἕλε χειρὸς ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
7.109 ἀφραίνεις Μενέλαε διοτρεφές , οὐδέ τί σε χρὴ
7.110 ταύτης ἀφροσύνης · ἀνὰ δὲ σχέο κηδόμενός περ ,
7.111 μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
7.112 Ἕκτορι Πριαμίδῃ , τόν τε στυγέουσι καὶ ἄλλοι .
7.113 καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
7.114 ἔρριγ’ ἀντιβολῆσαι , περ σέο πολλὸν ἀμείνων .
7.115 ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων ,
7.116 τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί .
7.117 εἴ περ ἀδειής τ’ ἐστὶ καὶ εἰ μόθου ἔστ’ ἀκόρητος ,
7.118 φημί μιν ἀσπασίως γόνυ κάμψειν , αἴ κε φύγῃσι
7.119 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος .
7.120 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
7.121 αἴσιμα παρειπών , δ’ ἐπείθετο · τοῦ μὲν ἔπειτα
7.122 γηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο ·
7.123 Νέστωρ δ’ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν ·
7.124 πόποι μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει .