7.64 ὀρνυμένοιο νέον , μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς ,
7.65 τοῖαι ἄρα στίχες εἵατ’ Ἀχαιῶν τε Τρώων τε
7.66 ἐν πεδίῳ · Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε ·
7.67 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
7.68 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει .
7.69 ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν ,
7.70 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
7.71 εἰς κεν ὑμεῖς Τροίην εὔπυργον ἕλητε
7.72 αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν .
7.73 ὑμῖν δ’ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν ·
7.74 τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
7.75 δεῦρ’ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ .
7.76 ὧδε δὲ μυθέομαι , Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω ·
7.77 εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ ,
7.78 τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας ,
7.79 σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν , ὄφρα πυρός με
7.80 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα .
7.81 εἰ δέ κ’ ἐγὼ τὸν ἕλω , δώῃ δέ μοι εὖχος Ἀπόλλων ,
7.82 τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν ,
7.83 καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο ,
7.84 τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω ,
7.85 ὄφρά ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί ,
7.86 σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ .
7.87 καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
7.88 νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον ·
7.89 ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος ,
7.90 ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ .
7.91 ὥς ποτέ τις ἐρέει · τὸ δ’ ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται .
7.92 ὣς ἔφαθ’ , οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ·
7.93 αἴδεσθεν μὲν ἀνήνασθαι , δεῖσαν δ’ ὑποδέχθαι ·