7.33 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
7.34 ὧδ’ ἔστω ἑκάεργε · τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
7.35 ἦλθον ἀπ’ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς .
7.36 ἀλλ’ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν ;
7.37 τὴν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
7.38 Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο ,
7.39 ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
7.40 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι ,
7.41 οἳ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
7.42 οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ .
7.43 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη .
7.44 τῶν δ’ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
7.45 βουλήν , ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι ·
7.46 στῆ δὲ παρ’ Ἕκτορ’ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν ·
7.47 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
7.48 ῥά νύ μοί τι πίθοιο , κασίγνητος δέ τοί εἰμι ·
7.49 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς ,
7.50 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
7.51 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι ·
7.52 οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν ·
7.53 ὣς γὰρ ἐγὼ ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων .
7.54 ὣς ἔφαθ’ , Ἕκτωρ δ’ αὖτε χάρη μέγα μῦθον ἀκούσας ,
7.55 καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας ,
7.56 μέσσου δουρὸς ἑλών · οἳ δ’ ἱδρύνθησαν ἅπαντες .
7.57 κὰδ δ’ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς ·
7.58 κὰδ δ’ ἄρ’ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
7.59 ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
7.60 φηγῷ ἐφ’ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
7.61 ἀνδράσι τερπόμενοι · τῶν δὲ στίχες εἵατο πυκναὶ
7.62 ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι .
7.63 οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ