7.1 ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ ,
7.2 τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός · ἐν δ’ ἄρα θυμῷ
7.3 ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι .
7.4 ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
7.5 οὖρον , ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
7.6 πόντον ἐλαύνοντες , καμάτῳ δ’ ὑπὸ γυῖα λέλυνται ,
7.7 ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην .
7.8 ἔνθ’ ἑλέτην μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
7.9 Ἄρνῃ ναιετάοντα Μενέσθιον , ὃν κορυνήτης
7.10 γείνατ’ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις ·
7.11 Ἕκτωρ δ’ Ἠϊονῆα βάλ’ ἔγχεϊ ὀξυόεντι
7.12 αὐχέν’ ὑπὸ στεφάνης εὐχάλκου , λύντο δὲ γυῖα .
7.13 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
7.14 Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
7.15 Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
7.16 ὦμον · δ’ ἐξ ἵππων χαμάδις πέσε , λύντο δὲ γυῖα .
7.17 τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
7.18 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ ,
7.19 βῆ ῥα κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα
7.20 Ἴλιον εἰς ἱερήν · τῇ δ’ ἀντίος ὄρνυτ’ Ἀπόλλων
7.21 Περγάμου ἐκκατιδών , Τρώεσσι δὲ βούλετο νίκην ·
7.22 ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ .
7.23 τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
7.24 τίπτε σὺ δ’ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
7.25 ἦλθες ἀπ’ Οὐλύμποιο , μέγας δέ σε θυμὸς ἀνῆκεν ;
7.26 ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
7.27 δῷς ; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις .
7.28 ἀλλ’ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη ·
7.29 νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
7.30 σήμερον · ὕστερον αὖτε μαχήσοντ’ εἰς κε τέκμωρ
7.31 Ἰλίου εὕρωσιν , ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
7.32 ὑμῖν ἀθανάτῃσι , διαπραθέειν τόδε ἄστυ .