6.248 δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
6.249 πλησίον ἀλλήλων δεδμημένοι , ἔνθα δὲ γαμβροὶ
6.250 κοιμῶντο Πριάμοιο παρ’ αἰδοίῃς ἀλόχοισιν ·
6.251 ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
6.252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην ·
6.253 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
6.254 τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας ;
6.255 μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
6.256 μαρνάμενοι περὶ ἄστυ · σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν
6.257 ἐλθόντ’ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν .
6.258 ἀλλὰ μέν’ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω ,
6.259 ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
6.260 πρῶτον , ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα .
6.261 ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει ,
6.262 ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι .
6.263 τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ ·
6.264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ ,
6.265 μή μ’ ἀπογυιώσῃς μένεος , ἀλκῆς τε λάθωμαι ·
6.266 χερσὶ δ’ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
6.267 ἅζομαι · οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
6.268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι .
6.269 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
6.270 ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς ·
6.271 πέπλον δ’ , ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
6.272 ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ ,
6.273 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο ,
6.274 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
6.275 ἤνις ἠκέστας ἱερευσέμεν , αἴ κ’ ἐλεήσῃ
6.276 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα ,
6.277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
6.278 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο .
6.279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
6.280 ἔρχευ , ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω