6.281 αἴ κ’ ἐθέλῃσ’ εἰπόντος ἀκουέμεν · ὥς κέ οἱ αὖθι
6.282 γαῖα χάνοι · μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
6.283 Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν .
6.284 εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ’ Ἄϊδος εἴσω
6.285 φαίην κε φρέν’ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι .
6.286 ὣς ἔφαθ’ , δὲ μολοῦσα ποτὶ μέγαρ’ ἀμφιπόλοισι
6.287 κέκλετο · ταὶ δ’ ἄρ’ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς .
6.288 αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα ,
6.289 ἔνθ’ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
6.290 Σιδονίων , τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
6.291 ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον ,
6.292 τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν ·
6.293 τῶν ἕν’ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ ,
6.294 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος ,
6.295 ἀστὴρ δ’ ὣς ἀπέλαμπεν · ἔκειτο δὲ νείατος ἄλλων .
6.296 βῆ δ’ ἰέναι , πολλαὶ δὲ μετεσσεύοντο γεραιαί .
6.297 αἳ δ’ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ ,
6.298 τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
6.299 Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο ·
6.300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν .
6.301 αἳ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον ·
6.302 δ’ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
6.303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο ,
6.304 εὐχομένη δ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο ·
6.305 πότνι’ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
6.306 ἆξον δὴ ἔγχος Διομήδεος , ἠδὲ καὶ αὐτὸν
6.307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων ,
6.308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
6.309 ἤνις ἠκέστας ἱερεύσομεν , αἴ κ’ ἐλεήσῃς
6.310 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα .
6.311 ὣς ἔφατ’ εὐχομένη , ἀνένευε δὲ Παλλὰς Ἀθήνη .
6.312 ὣς αἳ μέν ῥ’ εὔχοντο Διὸς κούρῃ μεγάλοιο ,