6.216 Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
6.217 ξείνισ’ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ ἐρύξας ·
6.218 οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά ·
6.219 Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν ,
6.220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
6.221 καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ’ ἐμοῖσι .
6.222 Τυδέα δ’ οὐ μέμνημαι , ἐπεί μ’ ἔτι τυτθὸν ἐόντα
6.223 κάλλιφ’ , ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν .
6.224 τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
6.225 εἰμί , σὺ δ’ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι .
6.226 ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου ·
6.227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι
6.228 κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω ,
6.229 πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι .
6.230 τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν , ὄφρα καὶ οἵδε
6.231 γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’ εἶναι .
6.232 ὣς ἄρα φωνήσαντε καθ’ ἵππων ἀΐξαντε
6.233 χεῖράς τ’ ἀλλήλων λαβέτην καὶ πιστώσαντο ·
6.234 ἔνθ’ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς ,
6.235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε’ ἄμειβε
6.236 χρύσεα χαλκείων , ἑκατόμβοι’ ἐννεαβοίων .
6.237 Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν ,
6.238 ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
6.239 εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
6.240 καὶ πόσιας · δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
6.241 πάσας ἑξείης · πολλῇσι δὲ κήδε’ ἐφῆπτο .
6.242 ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ἵκανε
6.243 ξεστῇς αἰθούσῃσι τετυγμένον · αὐτὰρ ἐν αὐτῷ
6.244 πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
6.245 πλησίον ἀλλήλων δεδμημένοι , ἔνθα δὲ παῖδες
6.246 κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι ,
6.247 κουράων δ’ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς