6.185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν .
6.186 τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας .
6.187 τῷ δ’ ἄρ’ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε ·
6.188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
6.189 εἷσε λόχον · τοὶ δ’ οὔ τι πάλιν οἶκον δὲ νέοντο ·
6.190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης .
6.191 ἀλλ’ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
6.192 αὐτοῦ μιν κατέρυκε , δίδου δ’ γε θυγατέρα ἥν ,
6.193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης ·
6.194 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
6.195 καλὸν φυταλιῆς καὶ ἀρούρης , ὄφρα νέμοιτο .
6.196 δ’ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
6.197 Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν .
6.198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς ,
6.199 δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν .
6.200 ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν ,
6.201 ἤτοι κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
6.202 ὃν θυμὸν κατέδων , πάτον ἀνθρώπων ἀλεείνων ·
6.203 Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
6.204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι ·
6.205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα .
6.206 Ἱππόλοχος δέ μ’ ἔτικτε , καὶ ἐκ τοῦ φημι γενέσθαι ·
6.207 πέμπε δέ μ’ ἐς Τροίην , καί μοι μάλα πόλλ’ ἐπέτελλεν
6.208 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων ,
6.209 μηδὲ γένος πατέρων αἰσχυνέμεν , οἳ μέγ’ ἄριστοι
6.210 ἔν τ’ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ .
6.211 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι .
6.212 ὣς φάτο , γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης ·
6.213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ ,
6.214 αὐτὰρ μειλιχίοισι προσηύδα ποιμένα λαῶν ·
6.215 ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός ·