6.33 Νεστορίδης , Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
6.34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ’ ὄχθας
6.35 Πήδασον αἰπεινήν . Φύλακον δ’ ἕλε Λήϊτος ἥρως
6.36 φεύγοντ’ · Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν .
6.37 Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
6.38 ζωὸν ἕλ’ · ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
6.39 ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
6.40 ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
6.41 πρὸς πόλιν , περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο ,
6.42 αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
6.43 πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα · πὰρ δέ οἱ ἔστη
6.44 Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος .
6.45 Ἄδρηστος δ’ ἄρ’ ἔπειτα λαβὼν ἐλίσσετο γούνων ·
6.46 ζώγρει Ἀτρέος υἱέ , σὺ δ’ ἄξια δέξαι ἄποινα ·
6.47 πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
6.48 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος ,
6.49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
6.50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν .
6.51 ὣς φάτο , τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε ·
6.52 καὶ δή μιν τάχ’ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
6.53 δώσειν θεράποντι καταξέμεν · ἀλλ’ Ἀγαμέμνων
6.54 ἀντίος ἦλθε θέων , καὶ ὁμοκλήσας ἔπος ηὔδα ·
6.55 πέπον Μενέλαε , τί δὲ σὺ κήδεαι οὕτως
6.56 ἀνδρῶν ; σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
6.57 πρὸς Τρώων ; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
6.58 χεῖράς θ’ ἡμετέρας , μηδ’ ὅν τινα γαστέρι μήτηρ
6.59 κοῦρον ἐόντα φέροι , μηδ’ ὃς φύγοι , ἀλλ’ ἅμα πάντες
6.60 Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι .
6.61 ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
6.62 αἴσιμα παρειπών · δ’ ἀπὸ ἕθεν ὤσατο χειρὶ