6.63 ἥρω’ Ἄδρηστον · τὸν δὲ κρείων Ἀγαμέμνων
6.64 οὖτα κατὰ λαπάρην · δ’ ἀνετράπετ’ , Ἀτρεΐδης δὲ
6.65 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος .
6.66 Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
6.67 φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
6.68 μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
6.69 μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται ,
6.70 ἀλλ’ ἄνδρας κτείνωμεν · ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
6.71 νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας .
6.72 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
6.73 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
6.74 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες ,
6.75 εἰ μὴ ἄρ’ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
6.76 Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος ·
6.77 Αἰνεία τε καὶ Ἕκτορ , ἐπεὶ πόνος ὔμμι μάλιστα
6.78 Τρώων καὶ Λυκίων ἐγκέκλιται , οὕνεκ’ ἄριστοι
6.79 πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε ,
6.80 στῆτ’ αὐτοῦ , καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
6.81 πάντῃ ἐποιχόμενοι πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶν
6.82 φεύγοντας πεσέειν , δηΐοισι δὲ χάρμα γενέσθαι .
6.83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας ,
6.84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες ,
6.85 καὶ μάλα τειρόμενοί περ · ἀναγκαίη γὰρ ἐπείγει ·
6.86 Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο , εἰπὲ δ’ ἔπειτα
6.87 μητέρι σῇ καὶ ἐμῇ · δὲ ξυνάγουσα γεραιὰς
6.88 νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
6.89 οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
6.90 πέπλον , ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
6.91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ ,
6.92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο ,
6.93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
6.94 ἤνις ἠκέστας ἱερευσέμεν , αἴ κ’ ἐλεήσῃ
6.95 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα ,