6.1 Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή ·
6.2 πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθ’ ἴθυσε μάχη πεδίοιο
6.3 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
6.4 μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων .
6.5 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
6.6 Τρώων ῥῆξε φάλαγγα , φόως δ’ ἑτάροισιν ἔθηκεν ,
6.7 ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
6.8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ ἠΰν τε μέγαν τε .
6.9 τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης ,
6.10 ἐν δὲ μετώπῳ πῆξε , πέρησε δ’ ἄρ’ ὀστέον εἴσω
6.11 αἰχμὴ χαλκείη · τὸν δὲ σκότος ὄσσε κάλυψεν .
6.12 Ἄξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
6.13 Τευθρανίδην , ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
6.14 ἀφνειὸς βιότοιο , φίλος δ’ ἦν ἀνθρώποισι .
6.15 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων .
6.16 ἀλλά οἱ οὔ τις τῶν γε τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον
6.17 πρόσθεν ὑπαντιάσας , ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα
6.18 αὐτὸν καὶ θεράποντα Καλήσιον , ὅς ῥα τόθ’ ἵππων
6.19 ἔσκεν ὑφηνίοχος · τὼ δ’ ἄμφω γαῖαν ἐδύτην .
6.20 Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε ·
6.21 βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη
6.22 νηῒς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι .
6.23 Βουκολίων δ’ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
6.24 πρεσβύτατος γενεῇ , σκότιον δέ γείνατο μήτηρ ·
6.25 ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ ,
6.26 δ’ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε .
6.27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
6.28 Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα .
6.29 Ἀστύαλον δ’ ἄρ’ ἔπεφνε μενεπτόλεμος Πολυποίτης ·
6.30 Πιδύτην δ’ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
6.31 ἔγχεϊ χαλκείῳ , Τεῦκρος δ’ Ἀρετάονα δῖον .
6.32 Ἀντίλοχος δ’ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ