5.891 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε .
5.892 μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
5.893 Ἥρης · τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι ·
5.894 τώ σ’ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν .
5.895 ἀλλ’ οὐ μάν σ’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ ἔχοντα ·
5.896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί , ἐμοὶ δέ σε γείνατο μήτηρ ·
5.897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ἀΐδηλος
5.898 καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων .
5.899 ὣς φάτο , καὶ Παιήον’ ἀνώγειν ἰήσασθαι .
5.900 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
5.901 ἠκέσατ’ · οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο .
5.902 ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
5.903 ὑγρὸν ἐόν , μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι ,
5.904 ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα .
5.905 τὸν δ’ Ἥβη λοῦσεν , χαρίεντα δὲ εἵματα ἕσσε ·
5.906 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων .
5.907 αἳ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
5.908 Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
5.909 παύσασαι βροτολοιγὸν Ἄρη’ ἀνδροκτασιάων .