5.860 ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον δεκάχιλοι
5.861 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος .
5.862 τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
5.863 δείσαντας · τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο .
5.864 οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
5.865 καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο ,
5.866 τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
5.867 φαίνεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν .
5.868 καρπαλίμως δ’ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον ,
5.869 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων ,
5.870 δεῖξεν δ’ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς ,
5.871 καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα ·
5.872 Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα ;
5.873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
5.874 ἀλλήλων ἰότητι , χάριν ἄνδρεσσι φέροντες .
5.875 σοὶ πάντες μαχόμεσθα · σὺ γὰρ τέκες ἄφρονα κούρην
5.876 οὐλομένην , τ’ αἰὲν ἀήσυλα ἔργα μέμηλεν .
5.877 ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
5.878 σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος ·
5.879 ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ ,
5.880 ἀλλ’ ἀνιεῖς , ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον ·
5.881 νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
5.882 μαργαίνειν ἀνέηκεν ἐπ’ ἀθανάτοισι θεοῖσι .
5.883 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ ,
5.884 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος ·
5.885 ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες · τέ κε δηρὸν
5.886 αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν ,
5.887 κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι .
5.888 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς .
5.889 μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε .
5.890 ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν ·