5.830 τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα
5.831 τοῦτον μαινόμενον , τυκτὸν κακόν , ἀλλοπρόσαλλον ,
5.832 ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων
5.833 Τρωσὶ μαχήσεσθαι , ἀτὰρ Ἀργείοισιν ἀρήξειν ,
5.834 νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ , τῶν δὲ λέλασται .
5.835 ὣς φαμένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε ,
5.836 χειρὶ πάλιν ἐρύσασ’ , δ’ ἄρ’ ἐμμαπέως ἀπόρουσεν ·
5.837 δ’ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
5.838 ἐμμεμαυῖα θεά · μέγα δ’ ἔβραχε φήγινος ἄξων
5.839 βριθοσύνῃ · δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ’ ἄριστον .
5.840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη ·
5.841 αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους .
5.842 ἤτοι μὲν Περίφαντα πελώριον ἐξενάριζεν
5.843 Αἰτωλῶν ὄχ’ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν ·
5.844 τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος · αὐτὰρ Ἀθήνη
5.845 δῦν’ Ἄϊδος κυνέην , μή μιν ἴδοι ὄβριμος Ἄρης .
5.846 ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον ,
5.847 ἤτοι μὲν Περίφαντα πελώριον αὐτόθ’ ἔασε
5.848 κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν ,
5.849 αὐτὰρ βῆ ῥ’ ἰθὺς Διομήδεος ἱπποδάμοιο .
5.850 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες ,
5.851 πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπὲρ ζυγὸν ἡνία θ’ ἵππων
5.852 ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι ·
5.853 καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
5.854 ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι .
5.855 δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
5.856 ἔγχεϊ χαλκείῳ · ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
5.857 νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ ·
5.858 τῇ ῥά μιν οὖτα τυχών , διὰ δὲ χρόα καλὸν ἔδαψεν ,
5.859 ἐκ δὲ δόρυ σπάσεν αὖτις · δ’ ἔβραχε χάλκεος Ἄρης