5.800 ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς .
5.801 Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας , ἀλλὰ μαχητής ·
5.802 καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
5.803 οὐδ’ ἐκπαιφάσσειν , ὅτε τ’ ἤλυθε νόσφιν Ἀχαιῶν
5.804 ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας ·
5.805 δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον ·
5.806 αὐτὰρ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
5.807 κούρους Καδμείων προκαλίζετο , πάντα δ’ ἐνίκα
5.808 ῥηϊδίως · τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα .
5.809 σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω ,
5.810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι ·
5.811 ἀλλά σευ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
5.812 νύ σέ που δέος ἴσχει ἀκήριον · οὐ σύ γ’ ἔπειτα
5.813 Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο .
5.814 τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης ·
5.815 γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο ·
5.816 τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ’ ἐπικεύσω .
5.817 οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος ,
5.818 ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας ·
5.819 οὔ μ’ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
5.820 τοῖς ἄλλοις · ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
5.821 ἔλθῃσ’ ἐς πόλεμον , τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ .
5.822 τοὔνεκα νῦν αὐτός τ’ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
5.823 Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας ·
5.824 γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα .
5.825 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
5.826 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
5.827 μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον
5.828 ἀθανάτων , τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι ·
5.829 ἀλλ’ ἄγ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους ,