5.702 χάζονθ’ , ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα .
5.703 ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξαν
5.704 Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης ;
5.705 ἀντίθεον Τεύθραντ’ , ἐπὶ δὲ πλήξιππον Ὀρέστην ,
5.706 Τρῆχόν τ’ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε ,
5.707 Οἰνοπίδην θ’ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην ,
5.708 ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς ,
5.709 λίμνῃ κεκλιμένος Κηφισίδι · πὰρ δέ οἱ ἄλλοι
5.710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες .
5.711 τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
5.712 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ ,
5.713 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα ·
5.714 πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη ,
5.715 ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
5.716 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι ,
5.717 εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα .
5.718 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς .
5.719 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη .
5.720 μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
5.721 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο ·
5.722 Ἥβη δ’ ἀμφ’ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
5.723 χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς .
5.724 τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος , αὐτὰρ ὕπερθε
5.725 χάλκε’ ἐπίσσωτρα προσαρηρότα , θαῦμα ἰδέσθαι ·
5.726 πλῆμναι δ’ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν ·
5.727 δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
5.728 ἐντέταται , δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι .
5.729 τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν · αὐτὰρ ἐπ’ ἄκρῳ
5.730 δῆσε χρύσειον καλὸν ζυγόν , ἐν δὲ λέπαδνα
5.731 κάλ’ ἔβαλε χρύσει’ · ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
5.732 ἵππους ὠκύποδας , μεμαυῖ’ ἔριδος καὶ ἀϋτῆς .
5.733 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
5.734 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει