5.735 ποικίλον , ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν ·
5.736 δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
5.737 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα .
5.738 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσαν
5.739 δεινήν , ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται ,
5.740 ἐν δ’ Ἔρις , ἐν δ’ Ἀλκή , ἐν δὲ κρυόεσσα Ἰωκή ,
5.741 ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
5.742 δεινή τε σμερδνή τε , Διὸς τέρας αἰγιόχοιο .
5.743 κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
5.744 χρυσείην , ἑκατὸν πολίων πρυλέεσσ’ ἀραρυῖαν ·
5.745 ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο , λάζετο δ’ ἔγχος
5.746 βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν
5.747 ἡρώων , οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη .
5.748 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους ·
5.749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι ,
5.750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
5.751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι .
5.752 τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους ·
5.753 εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
5.754 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο .
5.755 ἔνθ’ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
5.756 Ζῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε ·
5.757 Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
5.758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
5.759 μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ’ ἄχος , οἳ δὲ ἕκηλοι
5.760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
5.761 ἄφρονα τοῦτον ἀνέντες , ὃς οὔ τινα οἶδε θέμιστα ;
5.762 Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι , αἴ κεν Ἄρηα
5.763 λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι ;
5.764 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
5.765 ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην ,
5.766 μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν .