5.672 προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι ,
5.673 γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο .
5.674 οὐδ’ ἄρ’ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
5.675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ ·
5.676 τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη .
5.677 ἔνθ’ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
5.678 Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε .
5.679 καί νύ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
5.680 εἰ μὴ ἄρ’ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ ·
5.681 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
5.682 δεῖμα φέρων Δαναοῖσι · χάρη δ’ ἄρα οἱ προσιόντι
5.683 Σαρπηδὼν Διὸς υἱός , ἔπος δ’ ὀλοφυδνὸν ἔειπε ·
5.684 Πριαμίδη , μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
5.685 κεῖσθαι , ἀλλ’ ἐπάμυνον · ἔπειτά με καὶ λίποι αἰὼν
5.686 ἐν πόλει ὑμετέρῃ , ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε
5.687 νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
5.688 εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν .
5.689 ὣς φάτο , τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ ,
5.690 ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
5.691 ὤσαιτ’ Ἀργείους , πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο .
5.692 οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
5.693 εἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ ·
5.694 ἐκ δ’ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
5.695 ἴφθιμος Πελάγων , ὅς οἱ φίλος ἦεν ἑταῖρος .
5.696 τὸν δ’ ἔλιπε ψυχή , κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς ·
5.697 αὖτις δ’ ἐμπνύνθη , περὶ δὲ πνοιὴ Βορέαο
5.698 ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν .
5.699 Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
5.700 οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
5.701 οὔτε ποτ’ ἀντεφέροντο μάχῃ , ἀλλ’ αἰὲν ὀπίσσω