5.641 ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
5.642 Ἰλίου ἐξαλάπαξε πόλιν , χήρωσε δ’ ἀγυιάς ·
5.643 σοὶ δὲ κακὸς μὲν θυμός , ἀποφθινύθουσι δὲ λαοί .
5.644 οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
5.645 ἐλθόντ’ ἐκ Λυκίης , οὐδ’ εἰ μάλα καρτερός ἐσσι ,
5.646 ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν .
5.647 τὸν δ’ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα ·
5.648 Τληπόλεμ’ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
5.649 ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος ,
5.650 ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ ,
5.651 οὐδ’ ἀπέδωχ’ ἵππους , ὧν εἵνεκα τηλόθεν ἦλθε .
5.652 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
5.653 ἐξ ἐμέθεν τεύξεσθαι , ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα
5.654 εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ .
5.655 ὣς φάτο Σαρπηδών , δ’ ἀνέσχετο μείλινον ἔγχος
5.656 Τληπόλεμος · καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
5.657 ἐκ χειρῶν ἤϊξαν · μὲν βάλεν αὐχένα μέσσον
5.658 Σαρπηδών , αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή ·
5.659 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε .
5.660 Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
5.661 βεβλήκειν , αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
5.662 ὀστέω ἐγχριμφθεῖσα , πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν .
5.663 οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
5.664 ἐξέφερον πολέμοιο · βάρυνε δέ μιν δόρυ μακρὸν
5.665 ἑλκόμενον · τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδὲ νόησε
5.666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίη
5.667 σπευδόντων · τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες .
5.668 Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
5.669 ἐξέφερον πολέμοιο · νόησε δὲ δῖος Ὀδυσσεὺς
5.670 τλήμονα θυμὸν ἔχων , μαίμησε δέ οἱ φίλον ἦτορ ·
5.671 μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν