5.610 τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας ·
5.611 στῆ δὲ μάλ’ ἐγγὺς ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ ,
5.612 καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν , ὅς ῥ’ ἐνὶ Παισῷ
5.613 ναῖε πολυκτήμων πολυλήϊος · ἀλλά μοῖρα
5.614 ἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας .
5.615 τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας ,
5.616 νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος ,
5.617 δούπησεν δὲ πεσών · δ’ ἐπέδραμε φαίδιμος Αἴας
5.618 τεύχεα συλήσων · Τρῶες δ’ ἐπὶ δούρατ’ ἔχευαν
5.619 ὀξέα παμφανόωντα · σάκος δ’ ἀνεδέξατο πολλά .
5.620 αὐτὰρ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
5.621 ἐσπάσατ’ · οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ
5.622 ὤμοιιν ἀφελέσθαι · ἐπείγετο γὰρ βελέεσσι .
5.623 δεῖσε δ’ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων ,
5.624 οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες ,
5.625 οἵ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
5.626 ὦσαν ἀπὸ σφείων · δὲ χασσάμενος πελεμίχθη .
5.627 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην ·
5.628 Τληπόλεμον δ’ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
5.629 ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή .
5.630 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
5.631 υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο ,
5.632 τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε ·
5.633 Σαρπῆδον Λυκίων βουληφόρε , τίς τοι ἀνάγκη
5.634 πτώσσειν ἐνθάδ’ ἐόντι μάχης ἀδαήμονι φωτί ;
5.635 ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
5.636 εἶναι , ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
5.637 οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων ·
5.638 ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην
5.639 εἶναι , ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα ·
5.640 ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος