5.581 ἐσθλὸν Ἀτυμνιάδην · δ’ ὑπέστρεφε μώνυχας ἵππους ·
5.582 χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον · ἐκ δ’ ἄρα χειρῶν
5.583 ἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν .
5.584 Ἀντίλοχος δ’ ἄρ’ ἐπαΐξας ξίφει ἤλασε κόρσην ·
5.585 αὐτὰρ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
5.586 κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους .
5.587 δηθὰ μάλ’ ἑστήκει · τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης ·
5.588 ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι ·
5.589 τοὺς ἵμασ’ Ἀντίλοχος , μετὰ δὲ στρατὸν ἤλασ’ Ἀχαιῶν .
5.590 τοὺς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας , ὦρτο δ’ ἐπ’ αὐτοὺς
5.591 κεκλήγων · ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
5.592 καρτεραί · ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ ,
5.593 μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος ,
5.594 Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα ,
5.595 φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος , ἄλλοτ’ ὄπισθε .
5.596 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης ·
5.597 ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
5.598 στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
5.599 ἀφρῷ μορμύροντα ἰδών , ἀνά τ’ ἔδραμ’ ὀπίσσω ,
5.600 ὣς τότε Τυδεΐδης ἀνεχάζετο , εἶπέ τε λαῷ ·
5.601 φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
5.602 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν ·
5.603 τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν , ὃς λοιγὸν ἀμύνει ·
5.604 καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς .
5.605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
5.606 εἴκετε , μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι .
5.607 ὣς ἄρ’ ἔφη , Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν .
5.608 ἔνθ’ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
5.609 εἰν ἑνὶ δίφρῳ ἐόντε , Μενέσθην Ἀγχίαλόν τε .