5.547 Ὀρτίλοχος δ’ ἄρ’ ἔτικτε Διοκλῆα μεγάθυμον ,
5.548 ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην ,
5.549 Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης .
5.550 τὼ μὲν ἄρ’ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
5.551 Ἴλιον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην ,
5.552 τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
5.553 ἀρνυμένω · τὼ δ’ αὖθι τέλος θανάτοιο κάλυψεν .
5.554 οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
5.555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης ·
5.556 τὼ μὲν ἄρ’ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
5.557 σταθμοὺς ἀνθρώπων κεραΐζετον , ὄφρα καὶ αὐτὼ
5.558 ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ ·
5.559 τοίω τὼ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντε
5.560 καππεσέτην , ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι .
5.561 τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος ,
5.562 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
5.563 σείων ἐγχείην · τοῦ δ’ ὄτρυνεν μένος Ἄρης ,
5.564 τὰ φρονέων ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη .
5.565 τὸν δ’ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός ,
5.566 βῆ δὲ διὰ προμάχων · περὶ γὰρ δίε ποιμένι λαῶν
5.567 μή τι πάθοι , μέγα δέ σφας ἀποσφήλειε πόνοιο .
5.568 τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
5.569 ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι ·
5.570 Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν .
5.571 Αἰνείας δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
5.572 ὡς εἶδεν δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε .
5.573 οἳ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν ,
5.574 τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων ,
5.575 αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην .
5.576 ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
5.577 ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων .
5.578 τὸν μὲν ἄρ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
5.579 ἑσταότ’ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας ·
5.580 Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα