5.516 καὶ μένος ἐσθλὸν ἔχοντα · μετάλλησάν γε μὲν οὔ τι .
5.517 οὐ γὰρ ἔα πόνος ἄλλος , ὃν ἀργυρότοξος ἔγειρεν
5.518 Ἄρης τε βροτολοιγὸς Ἔρις τ’ ἄμοτον μεμαυῖα .
5.519 τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
5.520 ὄτρυνον Δαναοὺς πολεμιζέμεν · οἳ δὲ καὶ αὐτοὶ
5.521 οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς ,
5.522 ἀλλ’ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
5.523 νηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσιν
5.524 ἀτρέμας , ὄφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
5.525 ζαχρειῶν ἀνέμων , οἵ τε νέφεα σκιόεντα
5.526 πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες ·
5.527 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο .
5.528 Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων ·
5.529 φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε ,
5.530 ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας ·
5.531 αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται ·
5.532 φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή .
5.533 καὶ ἀκόντισε δουρὶ θοῶς , βάλε δὲ πρόμον ἄνδρα
5.534 Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
5.535 Περγασίδην , ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
5.536 τῖον , ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι .
5.537 τόν ῥα κατ’ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων ·
5.538 δ’ οὐκ ἔγχος ἔρυτο , διὰ πρὸ δὲ εἴσατο χαλκός ,
5.539 νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε ·
5.540 δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
5.541 ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
5.542 υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε ,
5.543 τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
5.544 ἀφνειὸς βιότοιο , γένος δ’ ἦν ἐκ ποταμοῖο
5.545 Ἀλφειοῦ , ὅς τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίης ,
5.546 ὃς τέκετ’ Ὀρτίλοχον πολέεσσ’ ἄνδρεσσιν ἄνακτα ·